Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.166 Joseph. AJ 19.171 (English) >>Joseph. AJ 19.175

19.169ἐμοὶ δὲ τῆς μὲν πρότερον ἐλευθερίας ἀμνημονεῖν ἔστι διὰ τὸ κατόπιν αὐτῆς γεγονέναι, τῆς δὲ νῦν ἀπλήστως πιμπλαμένῳ μακαριστούς τε ἡγεῖσθαι τοὺς ἐγγενηθέντας καὶ ἐντραφέντας αὐτῇ καὶ τῶν θεῶν οὐδὲν μειόνως ἀξίους τιμῆς τούσδε τοὺς ἄνδρας, οἳ ὀψὲ γοῦν κἀν τούτῳ τῆς ἡλικίας ἡμᾶς γεύσαντας αὐτῆς. 19.170καὶ εἴη μὲν εἰς πᾶν τοῦ αἰῶνος τὸ ἐπιὸν παραμεῖναι τὴν ἄδειαν αὐτῆς, ἀρκοῦσα δʼ ἂν γένοιτο καὶ ἥδε ἡμέρα τοῖς τε νεωτέροις ἡμῶν καὶ ὅσοι γεγηράκαμεν αἰὼν ὑπείληπται, τοῖς πρεσβυτέροις δόντων ἀγαθῶν αὐτῆς ἐν ὁμιλίᾳ γεγονότες μετασταῖεν, τοῖς δὲ 19.171νεωτέροις παίδευμα ἀρετῆς καταστάσεως ἀγαθὸν ἀνδράσι τοῖσδε ἀφʼ ὧν γεγόναμεν, νῦν δὲ ἤδη καὶ ἡμῖν διὰ τὴν ἄρτι ὥραν οὐδὲν προυργιαίτερον εἴη τοῦ ζῆν μετὰ ἀρετῆς, μόνη ἐκφροντίζει τῷ ἀνθρωπείῳ τὸ ἐλεύθερον· 19.172ἐγὼ γὰρ τὰ παλαιὰ οἶδα ἀκοῇ παραλαβών, οἷς δὲ ὄψει ὁμιλήσας ᾐσθόμην, οἵων κακῶν τὰς πολιτείας ἀναπιμπλᾶσιν αἱ τυραννίδες, κωλύουσαι μὲν πᾶσαν ἀρετὴν καὶ τοῦ μεγαλόφρονος ἀφαιρούμεναι τὸ ἐλεύθερον, κολακείας δὲ καὶ φόβου διδάσκαλοι καθιστάμεναι διὰ τὸ μὴ ἐπὶ σοφίᾳ τῶν νόμων, ἀλλʼ ἐπὶ τῇ ὀργῇ τῶν ἐφεστηκότων καταλιπεῖν τὰ πράγματα. 19.173ἀφʼ οὗ γὰρ Ἰούλιος Καῖσαρ φρονήσας ἐπὶ καταλύσει τῆς δημοκρατίας καὶ διαβιασάμενος τὸν κόσμον τῶν νόμων τὴν πολιτείαν συνετάραξεν, κρείσσων μὲν τοῦ δικαίου γενόμενος, ἥσσων δὲ τοῦ κατʼ ἰδίαν ἡδονὴν αὐτῷ κομιοῦντος, οὐκ ἔστιν τι τῶν κακῶν οὐ διέτριψεν τὴν πόλιν,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.166 Joseph. AJ 19.171 (English) >>Joseph. AJ 19.175

Powered by PhiloLogic